Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.127 | Joseph. BJ 6.134 (English) | >>Joseph. BJ 6.139 |
6.131πᾶσαν μὲν οὖν τὴν δύναμιν ἐπάγειν αὐτοῖς οὐχ οἷόν τε ἦν μὴ χωρουμένην τῷ τόπῳ , τριάκοντα δʼ ἐπιλέξας ἀφʼ ἑκάστης ἑκατονταρχίας τοὺς ἀρίστους καὶ τοῖς χιλιάρχοις ἀνὰ χιλίους παραδούς , τούτων δʼ ἐπιτάξας ἡγεμόνα Κερεάλιον , ἐπιθέσθαι προσέταξε ταῖς φυλακαῖς περὶ ὥραν τῆς νυκτὸς ἐνάτην .
6.132ὄντα δὲ καὶ αὐτὸν ἐν τοῖς ὅπλοις καὶ συγκαταβαίνειν παρεσκευασμένον οἵ τε φίλοι διὰ τὸ μέγεθος τοῦ κινδύνου κατέσχον καὶ τὰ παρὰ τῶν ἡγεμόνων λεγόμενα ·
6.133πλεῖον γὰρ αὐτὸν ἀνύσειν ἔφασαν ἐπὶ τῆς Ἀντωνίας καθεζόμενον καὶ τὴν μάχην ἀγωνοθετοῦντα τοῖς
-- -- τούτοις πεισθεὶς Καῖσαρ καὶ διʼ ἓν τοῦτο τοῖς στρατιώταις ὑπομένειν εἰπών , ἵνα κρίνῃ τὰς ἀρετὰς αὐτῶν καὶ μήτε τῶν ἀγαθῶν τις ἀγέραστος μήτε τῶν ἐναντίων ἀτιμώρητος διαλάθῃ , γένηται δὲ αὐτόπτης καὶ μάρτυς ἁπάντων ὁ καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾶν κύριος ,
6.135τοὺς μὲν ἐπὶ τὴν πρᾶξιν ἔπεμπε καθʼ ἣν ὥραν προείρηται , προελθὼν δὲ αὐτὸς εἰς τὸ εὐκάτοπτον ἀπὸ τῆς Ἀντωνίας ἐκαραδόκει τὸ μέλλον .
6.136
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.127 | Joseph. BJ 6.134 (English) | >>Joseph. BJ 6.139 |